ἐνταῦθα Ἑλληνίζομεν

Arca Defectionis

Civis Illustris

  • Civis Illustris

Location:
USA
μανθάνω νῦν τὴν ἀρχαῖαν Ἑλληικὴν γλῶσσαν καὶ οἶδα ὅτι ἄλλοι ἐνταῦθα μανθάνουσιν αὐτήν. πολλοὶ δὲ ἤδη εὖ Ἑλληνίζουσι καὶ βούλομαι τὴν γλῶσσαν μανθάνειν σὺν τοῖσδε σοφισταῖς τοῖς. οὐδεὶς γὰρ τάδε μανθάνειν ἔχει ὃς ταῦτα μὴ πόλυ νομίζῃ.

ἅμα μανθάνωμεν τὴν γλῶσσαν :)
 

Ceretanus

Member

Location:
in Gallia, aut Tutelae, aut in pago Curretiensi
Χαῖρε,

Ἐγὼ καὶ χαίρω τᾦ ἑλληνίζειν · διδάσκαλος μέν εἰμι τῆς τε Γαλλικῆς καὶ τῆς Λατινικῆς καὶ τῆς Ἑλληνικῆς γλώττης͵ οὐπώποτε δὲ τῇ Ἑλληνικῇ γλώττῃ ἐχρησάμην ὥστε διαλέγεσθαι.
Ἐλπίζω μετʹ οὐ πολὺν χρόνον τὰ γράμματα σοῦ ἀναγνώσεσθαι.

Ἒλθετε δὲ πολλοί͵ ἱνα μεθʹ ἡμῶν ἑλληνίζητε.
 

Arca Defectionis

Civis Illustris

  • Civis Illustris

Location:
USA
ἀλλ' ἔγωγε χαίρω μετά σου Ἑλληνίζων! δοκεῖ μοι γὰρ γλώσσας μανθάνειν διδασκάλου τὰς γλώσσας ἤδη γιγνώσκοντος παρόντος, ὡς αἱ ἁμαρτίαι τοῦ μανθάνοντος ὁρῶνται καί τ΄ ἐπανορθῶνται.

αἱ τρεῖς μὲν γλῶσσαι ἃς διδάσκεις δυσεργεῖς εἰσίν, ἐμοῖ δὲ φαίνεται ἡ Ἑλληνίκη γλῶσσα ἡ δυσεργεστάτη εἶναι. οἱ λόγοι γὰρ μακροί, καί θ' ἡ σύνταξις πολυπλόκη.
 

Heosphorus

New Member

Location:
Inside my house
ἁπλέα σύνταξις Ἑλληνική. ῥήματα ῥαίδια.
 

Ceretanus

Member

Location:
in Gallia, aut Tutelae, aut in pago Curretiensi
Μὰ τὸν Δία, οἱ Ἑλληνισταὶ ὀλίγοι ὄντες φαίνονται.
Δῆλον γὰρ ὅτι ἡ Ἑλληνικὴ γλῶσσα χαλεπή ἐστί, ἀλλὰ καὶ καλλίστη, ὡς ἐμοὶ δοκεῖ. Οὐ μὲν σφόδρα δύσεργος ἡ σύνταξις, ἡ δὲ κλίσις ἐστί.
 

LVXORD

Civis Illustris

  • Civis Illustris

Location:
Australia
ἀλητὲς δὴ λέγεις, ὀλίγοι γὰρ τὴν Ἑλληνικὴν γλῶτταν μανθάνειν βούλονται. πολλῶν τὴν Ρωμαίαν γλῶτταν νεώτατα μαθοντῶν, ἤλπιζον πολλοὺς καὶ μαθησομένους τὴν Ἑλληνικὴν, ἀλλὰ νῦν οὑτῶς νομίζω.
 

Ceretanus

Member

Location:
in Gallia, aut Tutelae, aut in pago Curretiensi
Σοί δὴ νῦν μαθητή ἐστι μεθ'ἡμῶν αὕτη ἡ γλῶττα.
Arca Defectionis γὰρ ἤρξατο τούτου τοῦ λόγου εἰς τὸ μανθάνειν.
 
Top